Pausanias´ Description of Greece - Παυσανίου Ελλάδος περιήγησις
Recogito Annotation
Book 8 — Chapter 20
English
8.20.1 Advancing about fifty stades from Lycuria, you will come to the source of the Ladon. I heard that the water making a lake in the territory of Pheneus, descending into the chasms in the mountains, rises here and forms the source of the Ladon, but I cannot say for certain whether this is true or not. The Ladon is the most lovely river in Greece, and is also famous for the legend of Daphne that the poets tell.
8.20.2 I pass over the story current among the Syrians who live on the river Orontes, and give the account of the Arcadians and Eleans. Oenomaus, prince of Pisa, had a son Leucippus. Leucippus fell in love with Daphne, but despaired of winning her to be his wife by an open courtship, as she avoided all the male sex. The following trick occurred to him by which to get her. Leucippus was growing his hair long for the river Alpheius.
8.20.3 Braiding his hair as though he were a maiden, and putting on woman's clothes, he came to Daphne and said that he was a daughter of Oenomaus, and would like to share her hunting. As he was thought to be a maiden, surpassed the other maidens in nobility of birth and skill in hunting, and was besides most assiduous in his attentions, he drew Daphne into a deep friendship.
8.20.4 The poets who sing of Apollo's love for Daphne make an addition to the tale; that Apollo became jealous of Leucippus because of his success in his love. Forthwith Daphne and the other maidens conceived a longing to swim in the Ladon, and stripped Leucippus in spite of his reluctance. Then, seeing that he was no maid, they killed him with their javelins and daggers.
Ancient Greek
8.20.1 προελθόντων δὲ σταδίους ὡς πεντήκοντα ἐκ Λυκουρίας, ἐπὶ τοῦ Λάδωνος ἀφίξῃ τὰς πηγάς: ἤκουσα δὲ ὡς τὸ ὕδωρ λιμνάζον ἐν τῇ Φενεατικῇ, κατερχόμενον ἐς τὰ βάραθρα τὰ ἐν τοῖς ὄρεσιν, ἄνεισιν ἐνταῦθα καὶ ποιεῖ τῷ Λάδωνι τὰς πηγάς. τοῦτο μὲν δὴ οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε οὕτως εἴτε ἄλλως ἐστὶν ἔχον: ὁ δὲ Λάδων ποταμῶν τῶν ἐν Ἑλλάδι ὕδωρ παρέχεται κάλλιστον, ἔχει δὲ καὶ ἄλλως ἐς ἀνθρώπους φήμην Δάφνης τε εἵνεκα καὶ †τὰ ᾀδόμενα ἐς τὴν Δάφνην.
8.20.2 τοῦ λόγου δὲ τοῦ ἐς Δάφνην τὰ μὲν Σύροις τοῖς οἰκοῦσιν ἐπὶ Ὀρόντῃ ποταμῷ παρίημι, λέγεται δὲ καὶ ἄλλα τοιάδε ὑπὸ Ἀρκάδων καὶ Ἠλείων. Οἰνομάῳ τῷ δυναστεύσαντι ἐν Πίσῃ Λεύκιππος ἦν υἱός. οὗτος ἐρασθεὶς Δάφνης ὁ Λεύκιππος ἐκ μὲν τοῦ εὐθέος μνώμενος γυναῖκα ἕξειν ἀπεγίνωσκεν αὐτὴν ἅτε ἅπαν τὸ ἄρσεν γένος φεύγουσαν: παρέστη δέ οἱ τοιόνδε ἐς αὐτὴν σόφισμα.
8.20.3 ἔτρεφεν ὁ Λεύκιππος κόμην τῷ Ἀλφειῷ: ταύτην οἷα δὴ παρθένος πλεξάμενος τὴν κόμην καὶ ἐσθῆτα ἐνδὺς γυναικείαν ἀφίκετο ὡς τὴν Δάφνην, ἐλθὼν δὲ Οἰνομάου τε ἔλεγεν εἶναι θυγάτηρ καὶ ὡς συνθηρᾶν ἐθέλοι τῇ Δάφνῃ. ἅτε δὲ εἶναι παρθένος νομιζόμενος, καὶ τὰς ἄλλας ὑπερβεβλημένος παρθένους γένους τε ἀξιώματι καὶ σοφίᾳ τῇ ἐς τὰ κυνηγέσια, πρὸς δὲ καὶ τῇ θεραπείᾳ περισσῇ χρώμενος, ἐς φιλίαν ἰσχυρὰν ἐπάγεται τὴν Δάφνην.
8.20.4 οἱ δὲ τὸν Ἀπόλλωνος ἔρωτα ἐς αὐτὴν ᾄδοντες καὶ τάδε ἐπιλέγουσιν, Ἀπόλλωνα Λευκίππῳ νεμεσῆσαι τῆς ἐς τὸν ἔρωτα εὐδαιμονίας. αὐτίκα δὲ ἐπεθύμησεν ἐν τῷ Λάδωνι ἡ Δάφνη καὶ αἱ λοιπαὶ παρθένοι νήχεσθαι, καὶ τὸν Λεύκιππον ἀποδύουσιν ἄκοντα: ἰδοῦσαι δὲ οὐ παρθένον τοῖς τε ἀκοντίοις αὐτὸν καὶ ἐγχειριδίοις τύπτουσαι διέφθειραν.